Ancient Greek · ~2 min
Ἀπολογία εἰς τὸ αὐτὸ πράγμα
Antiphon, Τετραλογία Α΄ 6
Not analysed yet
εἰ δὲ μὴ καὶ ἐπὶ τοῖς ἱματίοις διεφθάρη, ἀλλʼ ἑτέρους ἰδὼν ἄλλο τι κακὸν ποιοῦντας, ἵνα μὴ μηνυτὴς τοῦ ἀδικήματος γένηται, ἀπέθανεν ὑπʼ αὐτῶν, τίς οἶδε; τοὺς δὲ μὴ πολὺ ἧσσον ἐμοῦ μισοῦντας αὐτόν—ἦσαν δὲ πολλοί—πῶς οὐκ εἰκὸς ἦν ἐμοῦ μᾶλλον διαφθεῖραι αὐτόν; ἐκείνοις μὲν γὰρ φανερὰ ἦν ἡ ὑποψία εἰς ἐμὲ ἰοῦσα, ἐγὼ δὲ ὑπὲρ ἐκείνων ὑπαίτιος ἐσόμενος σαφῶς ᾔδη.