Ancient Greek · ~2 min
1 to 2
Antiphon, Τετραλογία Β΄ 1-3-2
Not analysed yet
ὅτι μὲν αὐτὴ ἡ χρεία παρὰ φύσιν καὶ λέγειν καὶ δρᾶν ἅπαντας ἀναγκάζει, ἔργῳ καὶ οὐ λόγῳ δοκεῖ μοι σημαίνειν οὗτος· ἥκιστα γὰρ ἔν γε τῷ ἔμπροσθεν χρόνῳ ἀναιδὴς καὶ τολμηρὸς ὤν, νῦν ὑπʼ αὐτῆς τῆς συμφορᾶς ἠνάγκασται λέγειν οἷα οὐκ ἄν ποτε ᾤμην ἐγὼ τοῦτον εἰπεῖν. ἐγώ τε γὰρ πολλῇ ἀνοίᾳ χρώμενος οὐκ ἂν ὑπέλαβον τοῦτον ἀντειπεῖν· οὐδὲ γὰρ ἂν ἕνα λόγον ἀντὶ δυοῖν λέξας τὸ ἥμισυ τῆς κατηγορίας ἐμαυτὸν ἂν ἀπεστέρησα· οὗτός τε μὴ τολμῶν οὐκ ἂν προεῖχε τῷ διπλασίῳ μου, ἕνα μὲν πρὸς ἕνα λόγον ἀπολογηθείς, ἃ δὲ κατηγόρησεν ἀναποκρίτως εἰπών.