Ancient Greek · ~2 min
Ἐκ κατηγορίας ὃ ὕστερος
Antiphon, Τετραλογία Β΄ 3-2
Not analysed yet
τοσοῦτον δὲ προέχων ἐν τοῖς λόγοις ἡμῶν, ἔτι δὲ ἐν οἷς ἔπρασσε πολλαπλάσια τούτων, οὗτος μὲν οὐχ ὁσίως δεῖται ὑμῶν εὐμενῶς τὴν ἀπολογίαν ἀποδέχεσθαι αὐτοῦ· ἐγὼ δὲ δράσας μὲν οὐδὲν κακόν, παθὼν δὲ ἄθλια καὶ δεινά, καὶ νῦν ἔτι δεινότερα τούτων, ἔργῳ καὶ οὐ λόγῳ εἰς τὸν ὑμέτερον ἔλεον καταπεφευγὼς δέομαι ὑμῶν, ὦ ἄνδρες ἀνοσίων ἔργων τιμωροί, ὁσίων δὲ διαγνώμονες, μὴ παρʼ ἔργα φανερὰ ὑπὸ πονηρᾶς λόγων ἀκριβείας πεισθέντας ψευδῆ τὴν ἀλήθειαν τῶν πραχθέντων ἡγήσασθαι·