Ancient Greek · ~2 min
Ἐκ κατηγορίας ὃ ὕστερος
Antiphon, Τετραλογία Β΄ 10-2
Not analysed yet
ὡς δὲ οὐδὲ τῆς ἁμαρτίας οὐδὲ τοῦ ἀκουσίως ἀποκτεῖναι, ἐξ ὧν αὐτοὶ λέγουσιν, ἀπολύεται, ἀλλὰ κοινὰ ἀμφότερα ταῦτα ἀμφοῖν αὐτοῖν ἐστι, δηλώσω. εἴπερ ὁ παῖς διὰ τὸ ὑπὸ τὴν φορὰν τοῦ ἀκοντίου ὑπελθεῖν καὶ μὴ ἀτρέμας ἑστάναι φονεὺς αὐτὸς αὑτοῦ δίκαιος εἶναί ἐστιν, οὐδὲ τὸ μειράκιον καθαρὸν τῆς αἰτίας ἐστίν, ἀλλʼ εἴπερ τούτου μὴ ἀκοντίζοντος ἀλλʼ ἀτρέμα ἑστῶτος ἀπέθανεν ὁ παῖς. ἐξ ἀμφοῖν δὲ τοῦ φόνου γενομένου, ὁ μὲν παῖς εἰς αὑτὸν ἁμαρτὼν μᾶλλον ἢ κατὰ τὴν ἁμαρτίαν ἑαυτὸν τετιμώρηται, τέθνηκε γάρ, ὁ δὲ συλλήπτωρ καὶ κοινωνὸς εἰς τοὺς οὐ προσήκοντας τῆς ἁμαρτίας γενόμενος πῶς δίκαιος ἀζήμιος ἀποφυγεῖν ἐστιν;