Ancient Greek · ~2 min
Ἐκ κατηγορίας ὃ ὕστερος
Antiphon, Τετραλογία Β΄ 11-2
Not analysed yet
ἐκ δὲ τῆς αὐτῶν τῶν ἀπολογουμένων ἀπολογίας μετόχου τοῦ μειρακίου τοῦ φόνου ὄντος, οὐκ ἂν δικαίως οὐδὲ ὁσίως ἀπολύοιτε αὐτόν. οὔτε γὰρ ἡμεῖς, οἱ διὰ τὴν τούτων ἁμαρτίαν διαφθαρέντες, αὐθένται καταγνωσθέντες ὅσια ἀλλʼ ἀνόσιʼ ἂν πάθοιμεν ὑφʼ ὑμῶν· οὔθʼ οἱ θανατώσαντες ἡμᾶς μὴ εἰργόμενοι τῶν προσηκόντων †εὐσεβοῖντʼ ἂν† ὑπὸ τῶν ἀπολυσάντων τοὺς ἀνοσίους. πάσης δʼ ὑπὲρ πάντων τῆς κηλῖδος εἰς ὑμᾶς ἀναφερομένης, πολλὴ εὐλάβεια ὑμῖν τούτων ποιητέα ἐστί· καταλαβόντες μὲν γὰρ αὐτὸν καὶ εἴρξαντες ὧν ὁ νόμος εἴργει καθαροὶ τῶν ἐγκλημάτων ἔσεσθε, ἀπολύσαντες δὲ ὑπαίτιοι καθίστασθε.