Ancient Greek · ~1 min
Ἐκ κατηγορίας ὃ ὕστερος
Antiphon, Τετραλογία Β΄ 12
Not analysed yet
τῆς οὖν ὑμετέρας εὐσεβείας ἕνεκα καὶ τῶν νόμων ἀπάγοντες τιμωρεῖσθε αὐτόν, καὶ αὐτοί τε μὴ μεταλάβητε τῆς τούτου μιαρίας, ἡμῖν τε τοῖς γονεῦσιν, οἳ ζῶντες κατορωρύγμεθα ὑπʼ αὐτοῦ, δόξῃ γοῦν ἐλαφροτέραν τὴν συμφορὰν καταστήσατε.