Ancient Greek · ~2 min
Ἀπολογία φόνου, ὡς ἀμυνόμενος ἀπέτεινεν
Antiphon, Τετραλογία Γ΄ 6
Not analysed yet
εἰ δέ τις ἐκ τῶν πληγῶν τὸν θάνατον οἰόμενος γενέσθαι φονέα με αὐτοῦ ἡγεῖται εἶναι, ἀντιλογισάσθω ὅτι διὰ τὸν ἄρξαντα αἱ πληγαὶ γενόμεναι τοῦτον αἴτιον τοῦ θανάτου καὶ οὐκ ἐμὲ ἀποφαίνουσιν ὄντα· οὐ γὰρ ἂν ἠμυνάμην μὴ τυπτόμενος ὑπʼ αὐτοῦ. ἀπολυόμενος δὲ ὑπό τε τοῦ νόμου ὑπό τε τοῦ ἄρξαντος τῆς πληγῆς, ἐγὼ μὲν οὐδενὶ τρόπῳ φονεὺς αὐτοῦ εἰμι, ὁ δὲ ἀποθανών, εἰ μὲν ἀτυχίᾳ τέθνηκεν, τῇ ἑαυτοῦ ἀτυχία κέχρηται—ἠτύχησε γὰρ ἄρξας τῆς πληγῆς—εἰ δʼ ἀβουλία τινί, τῇ ἑαυτοῦ ἀβουλίᾳ διέφθαρται· οὐ γὰρ εὖ φρονῶν ἔτυπτέ με.