Ancient Greek · ~2 min
Ἀπολογία φόνου, ὡς ἀμυνόμενος ἀπέτεινεν
Antiphon, Τετραλογία Γ΄ 7-2
Not analysed yet
ὡς μὲν οὖν οὐ δικαίως κατηγοροῦμαι, ἐπιδέδεικταί μοι· ἐθέλω δὲ τοὺς κατηγοροῦντάς μου πᾶσιν οἷς ἐγκαλοῦσιν ἐνόχους αὐτοὺς ὄντας ἀποδεῖξαι. καθαρῷ μέν μοι τῆς αἰτίας ὄντι φόνον ἐπικαλοῦντες, ἀποστεροῦντες δέ με τοῦ βίου ὃν ὁ θεὸς παρέδωκέ μοι, περὶ τὸν θεὸν ἀσεβοῦσιν· ἀδίκως δὲ θάνατον ἐπιβουλεύοντες τά τε νόμιμα συγχέουσι φονῆς τέ μου γίγνονται· ἀνοσίως δʼ ἀποκτεῖναι ὑμᾶς με πείθοντες καὶ τῆς ὑμετέρας εὐσεβείας †αὐτοὶ φονῆς† εἰσί.