Ancient Greek · ~1 min
Section 15
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 15
Not analysed yet
οὕτως οἵ γε νόμοι κάλλιστα κεῖνται οἱ περὶ φόνου, οὓς οὐδεὶς πώποτε ἐτόλμησε κινῆσαι· σὺ δὲ μόνος δὴ τετόλμηκας γενέσθαι νομοθέτης ἐπὶ τὰ πονηρότερα, καὶ ταῦτα παρελθὼν ζητεῖς με ἀδίκως ἀπολέσαι. ἃ δὲ σὺ παρανομεῖς, αὐτὰ ταῦτά μοι μέγιστα μαρτύριά ἐστιν· εὖ γὰρ ᾔδεις ὅτι οὐδεὶς ἂν ἦν σοι ὃς ἐκεῖνον τὸν ὅρκον διομοσάμενος ἐμοῦ κατεμαρτύρησεν.