Ancient Greek · ~2 min
Section 16
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 16
Not analysed yet
ἔπειτα δὲ οὐχ ὡς πιστεύων τῷ πράγματι ἀναμφισβητήτως ἕνα τὸν ἀγῶνα περὶ τοῦ πράγματος ἐποιήσω, ἀλλὰ ἀμφισβήτησιν καὶ λόγον ὑπελίπου ὡς καὶ τοῖσδε τοῖς δικασταῖς ἀπιστήσων. ὥστε μηδέν μοι ἐνθάδε μηδὲ πλέον εἶναι μηδʼ ἀποφυγόντι, ἀλλʼ ἐξεῖναί σοι λέγειν ὅτι κακοῦργος ἀπέφυγον, ἀλλʼ οὐ τοῦ φόνου τὴν δίκην· ἑλὼν δʼ αὖ ἀξιώσεις με ἀποκτεῖναι ὡς τοῦ φόνου τὴν δίκην ὠφληκότα. καίτοι πῶς ἂν εἴη τούτων δεινότερα μηχανήματα, εἰ ὑμῖν μὲν ἅπαξ τουτουσὶ πείσασι κατείργασται ἃ βούλεσθε, ἐμοὶ δʼ ἅπαξ ἀποφυγόντι; ὁ αὐτὸς κίνδυνος ὑπολείπεται;