Ancient Greek · ~2 min
Section 21
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 21
Not analysed yet
Μάρτυρες ἡ μὲν πρόφασις ἑκατέρῳ τοῦ πλοῦ αὕτη· ἐτύχομεν δὲ χειμῶνί τινι χρησάμενοι, ὑφʼ οὗ ἠναγκάσθημεν κατασχεῖν εἰς τῆς Μηθυμναίας τι χωρίον, οὗ τὸ πλοῖον ὥρμει τοῦτο εἰς ὃ μετεκβάντα φασὶν ἀποθανεῖν αὐτόν ,τὸν Ἡρῴδην. καὶ πρῶτον μὲν αὐτὰ ταῦτα σκοπεῖτε, ὅτι οὐ τῇ ἐμῇ προνοίᾳ μᾶλλον ἐγίγνετο ἢ τύχῃ. οὔτε γὰρ πείσας τὸν ἄνδρα οὐδαμοῦ ἀπελέγχομαι σύμπλουν μοι γενέσθαι, ἀλλʼ αὐτὸς καθʼ αὑτὸν τὸν πλοῦν πεποιημένος ἕνεκα πραγμάτων ἰδίων·