Ancient Greek · ~2 min
Section 22
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 22
Not analysed yet
οὔτʼ αὖ ἐγὼ ἄνευ προφάσεως ἱκανῆς φαίνομαι τὸν πλοῦν ποιησάμενος εἰς τὴν Αἶνον, οὔτε κατασχόντες εἰς τὸ χωρίον τοῦτο ἀπὸ παρασκευῆς οὐδεμιᾶς, ἀλλʼ ἀνάγκῃ χρησάμενοι· οὔτʼ αὖ ἐπειδὴ ὡρμισάμεθα, ἡ μετέκβασις ἐγένετο εἰς τὸ ἕτερον πλοῖον οὐδενὶ μηχανήματι οὐδʼ ἀπάτῃ, ἀλλʼ ἀνάγκῃ καὶ τοῦτο ἐγίγνετο. ἐν ᾧ μὲν γὰρ ἐπλέομεν, ἀστέγαστον ἦν τὸ πλοῖον, εἰς ὃ δὲ μετέβημεν, ἐστεγασμένον· τοῦ δὲ ὑετοῦ ἕνεκα ταῦτʼ ἦν. τούτων δʼ ὑμῖν μάρτυρας παρέξομαι.