Ancient Greek · ~2 min
Section 24
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 24
Not analysed yet
καὶ ἄλλου οὐδενὸς ἐθέλοντος βαδίζειν, οὔτε τῶν ἀπὸ τοῦ πλοίου οὔτε τῶν αὐτῷ τῷ Ἡρῴδῃ συμπλεόντων, ἐγὼ τὸν ἀκόλουθον τὸν ἐμαυτοῦ πέμπειν ἕτοιμος ἦ· καίτοι οὐ δήπου γε κατʼ ἐμαυτοῦ μηνυτὴν ἔπεμπον εἰδώς. ἐπειδὴ δὲ ὁ ἀνὴρ οὔτε ἐν τῇ Μυτιλήνῃ ἐφαίνετο ζητούμενος οὔτʼ ἄλλοθι οὐδαμοῦ, πλοῦς τε ἡμῖν ἐγίγνετο, καὶ τἆλλʼ ἀνήγετο πλοῖα ἅπαντα, ᾠχόμην κἀγὼ πλέων. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρασχήσομαι.