Ancient Greek · ~2 min
Section 23
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 23
Not analysed yet
Μάρτυρες ἐπειδὴ δὲ μετεξέβημεν εἰς τὸ ἕτερον πλοῖον, ἐπίνομεν. καὶ ὁ μέν ἐστι φανερὸς ἐκβὰς ἐκ τοῦ πλοίου καὶ οὐκ εἰσβὰς πάλιν· ἐγὼ δὲ τὸ παράπαν οὐκ ἐξέβην ἐκ τοῦ πλοίου τῆς νυκτὸς ἐκείνης. τῇ δʼ ὑστεραίᾳ, ἐπειδὴ ἀφανὴς ἦν ὁ ἀνήρ, ἐζητεῖτο οὐδέν τι μᾶλλον ὑπὸ τῶν ἄλλων ἢ καὶ ὑπʼ ἐμοῦ· καὶ εἴ τῳ τῶν ἄλλων ἐδόκει δεινὸν εἶναι, καὶ ἐμοὶ ὁμοίως. καὶ εἴς τε τὴν Μυτιλήνην ἐγὼ αἴτιος ἦ πεμφθῆναι ἄγγελον, καὶ τῇ ἐμῇ γνώμῃ ἐπέμπετο.