Ancient Greek · ~2 min
Section 27
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 27
Not analysed yet
ζητουμένου δὲ τοῦ ἀνδρὸς δύο ἡμέρας καὶ ἐν τῷ λιμένι καὶ ἄπωθεν τοῦ λιμένος, οὔτε ὀπτὴρ οὐδεὶς ἐφάνη οὔθʼ αἷμα οὔτʼ ἄλλο σημεῖον οὐδέν. κᾆτʼ ἐγὼ συγχωρῶ τῷ τούτων λόγῳ, παρεχόμενος μὲν τοὺς μάρτυρας ὡς οὐκ ἐξέβην ἐκ τοῦ πλοίου· εἰ δὲ καὶ ὡς μάλιστα ἐξέβην ἐκ τοῦ πλοίου, οὐδενὶ τρόπῳ εἰκὸς ἦν ἀφανισθέντα λαθεῖν τὸν ἄνθρωπον, εἴπερ γε μὴ πάνυ πόρρω ἀπῆλθεν ἀπὸ τῆς θαλάσσης.