Ancient Greek · ~2 min
Section 28
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 28
Not analysed yet
ἀλλʼ ὡς κατεποντώθη λέγουσιν. ἐν τίνι πλοίῳ; δῆλον γὰρ ὅτι ἐξ αὐτοῦ τοῦ λιμένος ἦν τὸ πλοῖον. πῶς ἂν οὖν οὐκ ἐξηυρέθη; καὶ μὴν εἰκός γε ἦν καὶ σημεῖόν τι γενέσθαι ἐν τῷ πλοίῳ ἀνδρὸς τεθνεῶτος ἐντιθεμένου καὶ ἐκβαλλομένου νύκτωρ. νῦν δὲ ἐν ᾧ μὲν ἔπινε πλοίῳ καὶ ἐξ οὗ ἐξέβαινεν, ἐν τούτῳ φασὶν εὑρεῖν σημεῖα, ἐν ᾧ αὐτοὶ μὴ ὁμολογοῦσιν ἀποθανεῖν τὸν ἄνδρα· ἐν ᾧ δὲ κατεποντώθη, οὐχ ηὗρον οὔτʼ αὐτὸ τὸ πλοῖον οὔτε σημεῖον οὐδέν. τούτων δʼ ὑμῖν τοὺς μάρτυρας παρασχήσομαι.