Ancient Greek · ~2 min
Section 29
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 29
Not analysed yet
Μάρτυρες ἐπειδὴ δὲ ἐγὼ μὲν φροῦδος ἦ πλέων εἰς τὴν Αἶνον, τὸ δὲ πλοῖον ἧκεν εἰς τὴν Μυτιλήνην ἐν ᾧ ἐγὼ καὶ ὁ Ἡρῴδης ἐπίνομεν, πρῶτον μὲν εἰσβάντες εἰς τὸ πλοῖον ἠρεύνων, καὶ ἐπειδὴ τὸ αἷμα ηὗρον, ἐνταῦθα ἔφασαν τεθνάναι τὸν ἄνδρα· ἐπειδὴ δὲ αὐτοῖς τοῦτο οὐκ ἐνεχώρει, ἀλλʼ ἐφαίνετο τῶν προβάτων ὂν αἷμα, ἀποτραπόμενοι τούτου τοῦ λόγου συλλαβόντες ἐβασάνιζον τοὺς ἀνθρώπους.