Ancient Greek · ~1 min
Section 33
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 33
Not analysed yet
ἕως μὲν οὖν μετὰ χρηστῆς ἐλπίδος ἐγίγνωσκέ μου καταψευσάμενος, τούτῳ διισχυρίζετο τῷ λόγῳ· ἐπειδὴ δὲ ἐγίγνωσκεν ἀποθανούμενος, ἐνταῦθʼ ἤδη τῇ ἀληθείᾳ ἐχρῆτο, καὶ ἔλεγεν ὅτι πεισθείη ὑπὸ τούτων ἐμοῦ καταψεύδεσθαι. διαπειραθέντα δʼ αὐτὸν τὰ ψευδῆ λέγειν, ὕστερον δὲ τἀληθῆ λέγοντα, οὐδέτερα ὠφέλησεν,