Ancient Greek · ~1 min
Section 34
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 34
Not analysed yet
ἀλλʼ ἀπέκτειναν ἄγοντες τὸν ἄνδρα, τὸν μηνυτήν, ᾧ πιστεύοντες ἐμὲ διώκουσι, τοὐναντίον ποιήσαντες ἢ οἱ ἄλλοι ἄνθρωποι. οἱ μὲν γὰρ ἄλλοι τοῖς μηνυταῖς τοῖς μὲν ἐλευθέροις χρήματα διδόασι, τοὺς δὲ δούλους ἐλευθεροῦσιν· οὗτοι δὲ θάνατον τῷ μηνυτῇ τὴν δωρεὰν ἀπέδοσαν, ἀπαγορευόντων τῶν φίλων τῶν ἐμῶν μὴ ἀποκτείνειν τὸν ἄνδρα πρὶν ἂν ἐγὼ ἔλθοιμι.