Ancient Greek · ~2 min
Section 42
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 42
Not analysed yet
ἔπειτα δὲ ὁ ἕτερος ἄνθρωπος, ὁ ἐν τῷ αὐτῷ πλοίω πλέων καὶ παρὼν διὰ τέλους καὶ συνών μοι, τῇ αὐτῇ βασάνῳ βασανιζόμενος τοῖς μὲν πρώτοις καὶ τοῖς ὕστερον λόγοις τοῖς τοῦ ἀνθρώπου συνεφέρετο ὡς ἀληθέσιν οὖσι, διὰ τέλους γάρ με ἀπέλυε, τοῖς δʼ ἐπὶ τοῦ τροχοῦ λεγομένοις, οὓς ἐκεῖνος ἀνάγκῃ μᾶλλον ἢ ἀληθείᾳ ἔλεγε, τούτοις δὲ διεφέρετο. ὁ μὲν γὰρ ἐκβάντα μʼ ἔφη ἐκ τοῦ πλοίου ἀποκτεῖναι τὸν ἄνδρα, καὶ αὐτὸς ἤδη τεθνεῶτα συνανελεῖν μοι· ὁ δὲ τὸ παράπαν ἔφη οὐκ ἐκβῆναί με ἐκ τοῦ πλοίου.