Ancient Greek · ~1 min
Section 41
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 41
Not analysed yet
ἐπειδὴ δὲ ἐπαύσατο βασανιζόμενος, οὐκέτι ἔφη με τούτων εἰργάσθαι οὐδέν, ἀλλὰ τὸ τελευταῖον ἀπῴμωξεν ἐμέ τε καὶ αὑτὸν ὡς ἀδίκως ἀπολλυμένους, οὐ χάριτι τῇ ἐμῇ—πῶς γάρ; ὅς γε κατεψεύσατο,—ἀλλʼ ἀναγκαζόμενος ὑπὸ τοῦ ἀληθοῦς καὶ βεβαιῶν τοὺς πρώτους λόγους ὡς ἀληθεῖς εἰρημένους.