Ancient Greek · ~2 min
Section 47
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 47
Not analysed yet
καίτοι πρὸς τούτων ἦν τοῦτο. νῦν δὲ πριάμενοι τὸν ἄνδρα, ἰδίᾳ ἐπὶ σφῶν αὐτῶν ἀπέκτειναν, τὸν μηνυτήν, οὔτε τῆς πόλεως ψηφισαμένης, οὔτε αὐτόχειρα ὄντα τοῦ ἀνδρός. ὃν ἐχρῆν δεδεμένον αὐτοὺς φυλάσσειν, ἢ τοῖς φίλοις τοῖς ἐμοῖς ἐξεγγυῆσαι, ἢ τοῖς ἄρχουσι τοῖς ὑμετέροις παραδοῦναι, καὶ ψῆφον περὶ αὐτοῦ γενέσθαι. νῦν δὲ αὐτοὶ καταγνόντες τὸν θάνατον τοῦ ἀνδρὸς ἀπεκτείνατε· ὃ οὐδὲ πόλει ἔξεστιν, ἄνευ Ἀθηναίων οὐδένα θανάτῳ ζημιῶσαι. καὶ τῶν μὲν ἄλλων λόγων τῶν ἐκείνου τουτουσὶ κριτὰς ἠξιώσατε γενέσθαι, τῶν δὲ ἔργων αὐτοὶ δικασταὶ γίγνεσθε.