Ancient Greek · ~2 min
Section 48
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 48
Not analysed yet
καίτοι οὐδὲ οἱ τοὺς δεσπότας ἀποκτείναντες, ἐὰν ἐπʼ αὐτοφώρῳ ληφθῶσιν, οὐδʼ οὗτοι ἀποθνῄσκουσιν ὑπʼ αὐτῶν τῶν προσηκόντων, ἀλλὰ παραδιδόασιν αὐτοὺς τῇ ἀρχῇ κατὰ νόμους ὑμετέρους πατρίους. εἴπερ γὰρ καὶ μαρτυρεῖν ἔξεστι δούλῳ κατὰ τοῦ ἐλευθέρου τὸν φόνον, καὶ τῷ δεσπότῃ, ἂν δοκῇ, ἐπεξελθεῖν ὑπὲρ τοῦ δούλου, καὶ ἡ ψῆφος ἴσον δύναται τῷ δοῦλον ἀποκτείναντι καὶ τῷ ἐλεύθερον, εἰκός τοι καὶ ψῆφον γενέσθαι περὶ αὐτοῦ ἦν, καὶ μὴ ἄκριτον ἀποθανεῖν αὐτὸν ὑφʼ ὑμῶν. ὥστε πολλῷ ἂν ὑμεῖς δικαιότερον κρίνοισθε ἢ ἐγὼ νῦν φεύγω ὑφʼ ὑμῶν ἀδίκως.