Ancient Greek · ~2 min
Section 50
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 50
Not analysed yet
τοῦτο μὲν γὰρ οὐκ ἦν αὐτῷ ἐλευθερίαν προτείναντας ὥσπερ τὸν ἕτερον πεῖσαι· τοῦτο δὲ μετὰ τοῦ ἀληθοῦς ἐβούλετο κινδυνεύων πάσχειν ὅ τι δέοι, ἐπεὶ τό γε συμφέρον καὶ οὗτος ἠπίστατο, ὅτι τότε παύσοιτο στρεβλούμενος, ὁπότε εἴποι τὰ τούτοις δοκοῦντα. ποτέρῳ οὖν εἰκός ἐστι πιστεῦσαι, τῷ διὰ τέλους τὸν αὐτὸν ἀεὶ λόγον λέγοντι, ἢ τῷ τοτὲ μὲν φάσκοντι τοτὲ δʼ οὔ; ἀλλὰ καὶ ἄνευ βασάνου τοιαύτης οἱ τοὺς αὐτοὺς αἰεὶ περὶ τῶν αὐτῶν λόγους λέγοντες πιστότεροί εἰσι τῶν διαφερομένων σφίσιν αὐτοῖς.