Ancient Greek · ~2 min
Section 51
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 51
Not analysed yet
ἔπειτα δὲ καὶ ἐκ τῶν λόγων τῶν τοῦ ἀνθρώπου μερὶς ἑκατέροις ἴση ἂν εἴη, μὲν τὸ φάσκειν, ἐμοὶ δὲ τὸ μὴ φάσκειν· ἔκ τε ἀμφοῖν τοῖν ἀνδροῖν τοῖν βασανισθέντοιν· ὁ μὲν γὰρ ἔφησεν, ὁ δὲ διὰ τέλους ἔξαρνος ἦν. καὶ μὲν δὴ τὰ ἐξ ἴσου γενόμενα τοῦ φεύγοντός ἐστι μᾶλλον ἢ τοῦ διώκοντος, εἴπερ γε καὶ τῶν ψήφων ὁ ἀριθμὸς ἐξ ἴσου γενόμενος τὸν φεύγοντα μᾶλλον ὠφελεῖ ἢ τὸν διώκοντα.