Ancient Greek · ~2 min
Section 52
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 52
Not analysed yet
ἡ μὲν βάσανος, ὦ ἄνδρες, τοιαύτη ἐγένετο, ᾗ οὗτοι πιστεύοντες εὖ εἰδέναι φασὶν ὑπʼ ἐμοῦ ἀποθανόντα τὸν ἄνδρα. καίτοι τὸ παράπαν ἔγωγʼ ἂν εἴ τι συνῄδη ἐμαυτῷ καὶ εἴ τί μοι τοιοῦτον εἴργαστο, ἠφάνισʼ ἂν τὼ ἀνθρώπω, ὅτε ἐπʼ ἐμοὶ ἦν τοῦτο μὲν εἰς τὴν Αἶνον ἀπάγειν ἅμα ἐμοί, τοῦτο δὲ εἰς τὴν ἤπειρον διαβιβάσαι, καὶ μὴ ὑπολείπεσθαι μηνυτὰς κατʼ ἐμαυτοῦ τοὺς συνειδότας.