Ancient Greek · ~2 min
Section 54
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 54
Not analysed yet
ἔπειτα δὲ ὅ τι μὲν μακρὸν εἴη πρᾶγμα, τοῦτο μὲν ἄν τις ἀναγκασθείη γράψαι τῷ μὴ διαμνημονεύειν τὸν ἀπαγγέλλοντα ὑπὸ πλήθους. τοῦτο δὲ βραχὺ ἦν ἀπαγγεῖλαι, ὅτι τέθνηκεν ὁ ἀνήρ. ἔπειτα ἐνθυμεῖσθε ὅτι διάφορον ἦν τὸ γραμματείδιον τῷ βασανισθέντι, διάφορος δʼ ὁ ἄνθρωπος τῷ γραμματειδίῳ. ὁ μὲν γὰρ βασανιζόμενος αὐτὸς ἔφη ἀποκτεῖναι, τὸ δὲ γραμματείδιον ἀνοιχθὲν ἐμὲ τὸν ἀποκτείναντα ἐμήνυεν.