Ancient Greek · ~1 min
Section 55
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 55
Not analysed yet
καίτοι ποτέρῳ χρὴ πιστεῦσαι; τὸ μὲν γὰρ πρῶτον οὐχ ηὗρον ἐν τῷ πλοίῳ ζητοῦντες τὸ γραμματείδιον, ὕστερον δέ. τότε μὲν γὰρ οὔπω οὕτως ἐμεμηχάνητο αὐτοῖς. ἐπειδὴ δὲ ὁ ἄνθρωπος ὁ πρότερος βασανισθεὶς οὐδὲν ἔλεγε κατʼ ἐμοῦ, τότε εἰσβάλλουσιν εἰς τὸ πλοῖον τὸ γραμματείδιον, ἵνα ταύτην ἔχοιεν ἐμοὶ τὴν αἰτίαν ἐπιφέρειν·