Ancient Greek · ~2 min
Section 61
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 61
Not analysed yet
τεκμήριον δὲ μέγιστον ὡς οὐκ ἐβούλετο αὐτὸν ἀπολέσαι. ἐξὸν γὰρ αὐτῷ ἐν ἀγῶνι καὶ κινδύνῳ μεγάλῳ καταστήσαντι μετὰ τῶν νόμων τῶν ὑμετέρων ἀπολέσαι ἐκεῖνον, εἴπερ προωφείλετο αὐτῷ κακόν, καὶ τό τε ἴδιον τὸ αὑτοῦ διαπράξασθαι καὶ τῇ πόλει τῇ ὑμετέρᾳ χάριν καταθέσθαι, εἰ ἐπέδειξεν ἀδικοῦντα ἐκεῖνον, οὐκ ἠξίωσεν, ἀλλʼ οὐδʼ ἦλθεν ἐπὶ τοῦτον. καίτοι καλλίων γε ἦν ὁ κίνδυνος αὐτῷ