Ancient Greek · ~2 min
Section 62
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 62
Not analysed yet
Μάρτυρες ἀλλὰ γὰρ ἐνταῦθα μὲν ἀφῆκεν αὐτόν· οὗ δὲ ἔδει κινδυνεύειν αὐτὸν περί τε αὑτοῦ καὶ περὶ ἐμοῦ, ἐνταῦθα δʼ ἐπεβούλευεν, ἐν ᾧ γνωσθεὶς ἂν ἀπεστέρει μὲν ἐμὲ τῆς πατρίδος, ἀπεστέρει δὲ αὑτὸν ἱερῶν καὶ ὁσίων καὶ τῶν ἄλλων ἅπερ μέγιστα καὶ περὶ πλείστου ἐστὶν ἀνθρώποις. ἔπειτα δʼ εἰ καὶ ὡς μάλιστα ἐβούλετο αὐτὸν ὁ Λυκῖνος τεθνάναι—εἶμι γὰρ καὶ ἐπὶ τὸν τῶν κατηγόρων λόγον,—οὗ αὐτὸς οὐκ ἠξίου αὐτόχειρ γενέσθαι, τοῦτο τὸ ἔργον ἐγώ ποτʼ ἂν ἐπείσθην ἀντʼ ἐκείνου ποιῆσαι;