Ancient Greek · ~3 min
Section 63
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 63
Not analysed yet
πότερα ὡς ἐγὼ μὲν ἦ τῷ σώματι ἐπιτήδειος διακινδυνεύειν, ἐκεῖνος δὲ χρήμασι τὸν ἐμὸν κίνδυνον ἐκπρίασθαι; οὐ δῆτα· τῷ μὲν γὰρ οὐκ ἦν χρήματα, ἐμοὶ δὲ ἦν· ἀλλʼ αὐτὸ τὸ ἐναντίον ἐκεῖνος τοῦτο θᾶσσον ἂν ὑπʼ ἐμοῦ ἐπείσθη κατά γε τὸ εἰκὸς ἢ ἐγὼ ὑπὸ τούτου, ἐπεὶ ἐκεῖνός γʼ ἑαυτὸν οὐδʼ ὑπερήμερον γενόμενον ἑπτὰ μνῶν δυνατὸς ἦν λύσασθαι, ἀλλʼ οἱ φίλοι αὐτὸν ἐλύσαντο. καὶ μὲν δὴ καὶ τῆς χρείας τῆς ἐμῆς καὶ τῆς Λυκίνου τοῦτο ὑμῖν μέγιστον τεκμήριόν ἐστιν, ὅτι οὐ σφόδρα ἐχρώμην ἐγὼ Λυκίνῳ φίλῳ, ὡς πάντα ποιῆσαι ἂν τὰ ἐκείνῳ δοκοῦντα· οὐ γὰρ δήπου ἑπτὰ μὲν μνᾶς οὐκ ἀπέτεισα ὑπὲρ αὐτοῦ δεδεμένου καὶ λυμαινομένου, κίνδυνον δὲ τοσοῦτον ἀράμενος ἄνδρα ἀπέκτεινα διʼ ἐκεῖνον.