Ancient Greek · ~2 min
Section 68
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 68
Not analysed yet
αὐτίκα Ἐφιάλτην τὸν ὑμέτερον πολίτην οὐδέπω νῦν ηὕρηνται οἱ ἀποκτείναντες· εἰ οὖν τις ἠξίου τοὺς συνόντας ἐκείνῳ εἰκάζειν οἵτινες ἦσαν οἱ ἀποκτείναντες Ἐφιάλτην, εἰ δὲ μή, ἐνόχους εἶναι τῷ φόνῳ, οὐκ ἂν καλῶς εἶχε τοῖς συνοῦσιν. ἔπειτα οἵ γε Ἐφιάλτην ἀποκτείναντες οὐκ ἐζήτησαν τὸν νεκρὸν ἀφανίσαι, οὐδʼ ἐν τούτῳ κινδυνεύειν μηνῦσαι τὸ πρᾶγμα, ὥσπερ οἵδε φασὶν ἐμὲ τῆς μὲν ἐπιβουλῆς οὐδένα κοινωνὸν ποιήσασθαι τοῦ θανάτου, τῆς δʼ ἀναιρέσεως.