Ancient Greek · ~2 min
Section 69
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 69
Not analysed yet
τοῦτο δʼ ἐντὸς οὐ πολλοῦ χρόνου παῖς ἐζήτησεν οὐδὲ δώδεκα ἔτη γεγονὼς τὸν δεσπότην ἀποκτεῖναι. καὶ εἰ μὴ φοβηθείς, ὡς ἀνεβόησεν, ἐγκαταλιπὼν τὴν μάχαιραν ἐν τῇ σφαγῇ ὤχετο φεύγων, ἀλλʼ ἐτόλμησε μεῖναι, ἀπώλοντʼ ἂν οἱ ἔνδον ὄντες ἅπαντες· οὐδεὶς γὰρ ἂν ᾤετο τὸν παῖδα τολμῆσαί ποτε τοῦτο· νῦν δὲ συλληφθεὶς αὐτὸς ὕστερον κατεῖπεν αὑτοῦ. τοῦτο δὲ περὶ χρημάτων αἰτίαν ποτὲ σχόντες οὐκ οὖσαν, ὥσπερ ἐγὼ νῦν, οἱ Ἑλληνοταμίαι οἱ ὑμέτεροι, ἐκεῖνοι μὲν ἅπαντες ἀπέθανον ὀργῇ μᾶλλον ἢ γνώμῃ, πλὴν ἑνός, τὸ δὲ πρᾶγμα ὕστερον καταφανὲς ἐγένετο.