Ancient Greek · ~2 min
Section 71
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 71
Not analysed yet
ταῦθʼ ὑμῶν αὐτῶν ἐγὼ οἶμαι μεμνῆσθαι τοὺς πρεσβυτέρους, τοὺς δὲ νεωτέρους πυνθάνεσθαι ὥσπερ ἐμέ. οὕτως ἀγαθόν ἐστι μετὰ τοῦ χρόνου βασανίζειν τὰ πράγματα. καὶ τοῦτʼ ἴσως ἂν φανερὸν γένοιτʼ ἂν ὕστερον, ὅτῳ τρόπῳ τέθνηκεν ὁ ἄνθρωπος. μὴ οὖν ὕστερον τοῦτο γνῶτε, ἀναίτιόν με ὄντα ἀπολέσαντες, ἀλλὰ πρότερόν γʼ εὖ βουλεύσασθε, καὶ μὴ μετʼ ὀργῆς καὶ διαβολῆς, ὡς τούτων οὐκ ἂν γένοιντο ἕτεροι πονηρότεροι σύμβουλοι.