Ancient Greek · ~1 min
Section 72
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 72
Not analysed yet
οὐ γὰρ ἔστιν ὅ τι ἂν ὀργιζόμενος ἄνθρωπος εὖ γνοίη· αὐτὸ γὰρ ᾧ βουλεύεται, τὴν γνώμην, διαφθείρει τοῦ ἀνθρώπου. μέγα τοι ἡμέρα παρʼ ἡμέραν γιγνομένη γνώμην, ὦ ἄνδρες, ἐξ ὀργῆς μεταστῆσαι καὶ τὴν ἀλήθειαν εὑρεῖν τῶν γεγενημένων.