Ancient Greek · ~2 min
Section 87
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 87
Not analysed yet
φόνου γὰρ δίκη καὶ μὴ ὀρθῶς γνωσθεῖσα ἰσχυρότερον τοῦ δικαίου καὶ τοῦ ἀληθοῦς ἐστιν· ἀνάγκη γὰρ, ἐὰν ὑμεῖς μου καταψηφίσησθε, καὶ μὴ ὄντα φονέα μηδʼ ἔνοχον τῷ ἔργῳ χρῆσθαι τῇ δίκῃ καὶ τῷ νόμῳ· καὶ οὐδεὶς ἂν τολμήσειεν οὔτε τὴν δίκην τὴν δεδικασμένην παραβαίνειν, πιστεύσας αὑτῷ ὅτι οὐκ ἔνοχός ἐστιν, οὔτε ξυνειδὼς αὑτῷ τοιοῦτον ἔργον εἰργασμένῳ μὴ οὐ χρῆσθαι τῷ νόμῳ· ἀνάγκη δὲ τῆς τε δίκης νικᾶσθαι παρὰ τὸ ἀληθές, αὐτοῦ τε τοῦ ἀληθοῦς, ἄλλως τε καὶ ἐὰν μὴ ᾖ ὁ τιμωρήσων.