Ancient Greek · ~2 min
Section 88
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 88
Not analysed yet
αὐτῶν δὲ τούτων ἕνεκα οἵ τε νόμοι καὶ αἱ διωμοσίαι καὶ τὰ τόμια καὶ αἱ προρρήσεις, καὶ τἆλλʼ ὁπόσα γίγνεται τῶν δικῶν ἕνεκα τοῦ φόνου, πολὺ διαφέροντά ἐστιν ἢ καὶ ἐπὶ τοῖς ἄλλοις, ὅτι καὶ αὐτὰ τὰ πράγματα, περὶ ὧν οἱ κίνδυνοι, περὶ πλείστου ἐστὶν ὀρθῶς γιγνώσκεσθαι· ὀρθῶς μὲν γὰρ γνωσθέντα τιμωρία ἐστὶ τῷ ἀδικηθέντι, φονέα δὲ τὸν μὴ αἴτιον ψηφισθῆναι ἁμαρτία καὶ ἀσέβειά ἐστιν εἴς τε τοὺς θεοὺς καὶ εἰς τοὺς νόμους.