Ancient Greek · ~2 min
Section 90
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 90
Not analysed yet
πῶς ἂν οὖν ὀρθῶς δικάσαιτε περὶ αὐτῶν; εἰ τούτους τε ἐάσετε τὸν νομιζόμενον ὅρκον διομοσαμένους κατηγορῆσαι, κἀμὲ περὶ αὐτοῦ τοῦ πράγματος ἀπολογήσασθαι. πῶς δὲ ἐάσετε; ἐὰν νυνὶ ἀποψηφίσησθέ μου. διαφεύγω γὰρ οὐδʼ οὕτω τὰς ὑμετέρας γνώμας, ἀλλʼ ὑμεῖς ἔσεσθε οἱ κἀκεῖ περὶ ἐμοῦ διαψηφιζόμενοι. καὶ φεισαμένοις μὲν ὑμῖν ἐμοῦ νῦν ἔξεστι τότε χρῆσθαι ὅ τι ἂν βούλησθε, ἀπολέσασι δὲ οὐδὲ βουλεύσασθαι ἔτι περὶ ἐμοῦ ἐγχωρεῖ.