Ancient Greek · ~2 min
Section 91
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 91
Not analysed yet
καὶ μὴν εἰ δέοι ἁμαρτεῖν τι, τὸ ἀδίκως ἀπολῦσαι ὁσιώτερον ἂν εἴη τοῦ μὴ δικαίως ἀπολέσαι· τὸ μὲν γὰρ ἁμάρτημα μόνον ἐστί, τὸ δὲ ἕτερον καὶ ἀσέβημα. ἐν ᾧ χρὴ πολλὴν πρόνοιαν ἔχειν, μέλλοντας ἀνήκεστον ἔργον ἐργάζεσθαι. ἐν μὲν γὰρ ἀκεστῷ πράγματι καὶ ὀργῇ χρησαμένους καὶ διαβολῇ πιθομένους ἔλαττόν ἐστιν ἐξαμαρτεῖν· μεταγνοὺς γάρ τις ἔτι ἂν ὀρθῶς βουλεύσαιτο· ἐν δὲ τοῖς ἀνηκέστοις πλέον βλάβος τὸ μετανοεῖν καὶ γνῶναι ἐξημαρτηκότας. ἤδη δέ τισιν ὑμῶν καὶ μετεμέλησεν ἀπολωλεκόσι. καίτοι ὅπου ὑμῖν τοῖς ἐξαπατηθεῖσι μετεμέλησεν, ἦ καὶ πάνυ τοι χρῆν τούς γε ἐξαπατῶντας ἀπολωλέναι.