Ancient Greek · ~2 min
Section 93
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 93
Not analysed yet
εὖ δʼ ἴστε ὅτι οὐκ ἄν ποτʼ ἦλθον εἰς τὴν πόλιν, εἴ τι ξυνῄδη ἐμαυτῷ τοιοῦτον· νῦν δὲ πιστεύων τῷ δικαίῳ, οὗ πλέονος οὐδέν ἐστιν ἄξιον ἀνδρὶ συναγωνίζεσθαι, μηδὲν αὑτῷ συνειδότι ἀνόσιον εἰργασμένῳ μηδʼ εἰς τοὺς θεοὺς ἠσεβηκότι· ἐν γὰρ τῷ τοιούτῳ ἤδη καὶ τὸ σῶμα ἀπειρηκὸς ἡ ψυχὴ συνεξέσωσεν, ἐθέλουσα ταλαιπωρεῖν διὰ τὸ μὴ ξυνειδέναι ἑαυτῇ. τῷ δὲ ξυνειδότι τοῦτο αὐτὸ πρῶτον πολέμιόν ἐστιν· ἔτι γὰρ καὶ τοῦ σώματος ἰσχύοντος ἡ ψυχὴ προαπολείπει, ἡγουμένη τὴν τιμωρίαν οἱ ἥκειν ταύτην τῶν ἀσεβημάτων ἐγὼ δʼ ἐμαυτῷ τοιοῦτον οὐδὲν ξυνειδὼς ἥκω εἰς ὑμᾶς.