Ancient Greek · ~2 min
Section 94
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 94
Not analysed yet
τὸ δὲ τοὺς κατηγόρους διαβάλλειν οὐδέν ἐστι θαυμαστόν. τούτων γὰρ ἔργον τοῦτο, ὑμῶν δὲ τὸ μὴ πείθεσθαι τὰ μὴ δίκαια. τοῦτο μὲν γὰρ ἐμοὶ πειθομένοις ὑμῖν μεταμελῆσαι ἔστιν, καὶ τούτου φάρμακον τὸ αὖθις κολάσαι, τοῦ δὲ τούτοις πειθομένους ἐξεργάσασθαι ἃ οὗτοι βούλονται οὐκ ἔστιν ἴασις. οὐδὲ χρόνος πολὺς ὁ διαφέρων, ἐν ᾧ ταῦτα νομίμως πράξεθʼ ἃ νῦν ὑμᾶς παρανόμως πείθουσιν οἱ κατήγοροι ψηφίσασθαι. οὔ τοι τῶν ἐπειγομένων ἐστὶ τὰ πράγματα, ἀλλὰ τῶν εὖ βουλευομένων. νῦν μὲν οὖν γνωρισταὶ γίγνεσθε τῆς δίκης, τότε δὲ δικασταὶ τῶν μαρτύρων νῦν μὲν δοξασταί, τότε δὲ κριταὶ τῶν ἀληθῶν.