Ancient Greek · ~1 min
Section 95
Antiphon, Περὶ τοῦ Ἡρῷδου φόνου 95
Not analysed yet
ῥᾷστον δέ τοί ἐστιν ἀνδρὸς περὶ θανάτου φεύγοντος τὰ ψευδῆ καταμαρτυρῆσαι. ἐὰν γὰρ τὸ παραχρῆμα μόνον πείσωσιν ὥστε ἀποκτεῖναι, ἅμα τῷ σώματι καὶ ἡ τιμωρία ἀπόλωλεν. οὐδὲ γὰρ οἱ φίλοι ἔτι θελήσουσιν ὑπὲρ ἀπολωλότος τιμωρεῖν· ἐὰν δὲ καὶ βουληθῶσιν, τί ἔσται πλέον τῷ γε ἀποθανόντι;