Ancient Greek
Dfhg-Source dfhg3_APION_OASITA
APION OASITA, Fragmenta 1
Not analysed yet
Φησὶ γὰρ (Ἀπίων) ἐν τῇ τρίτῃ τῶν Αἰγυπτιακῶν τάδε· «Μωϋσῆς, ὡς ἤκουσα παρὰ τῶν πρεσβυτέρων τῶν Αἰγυπτίων, ἦν Ἡλιουπολίτης· ὃς, πατρίοις ἔθεσι κατηγυημένος, αἰθρίους προσευχὰς ἀνῆγεν εἰς οἵους εἶχεν ἡ πόλις περιβόλους, πρὸς ἀφηλιώτην δὲ πᾶσαν ἀπέστρεφεν· ὧδε γὰρ καὶ Ἡλίου κεῖται πόλις. Ἀντὶ δὲ ὀβελῶν ἔστησε κίονας, ὑφ ̓ οἷς ὖν ἐκτύπωμα σκάφης, σκιὰ δ ̓ ἀπ ̓ ἄκρων ἐπ ̓ αὐτὴν διακειμένη, ὡς ὃν ἐν αἰθέρι, τοῦτον ἀεὶ τὸν δρόμον ἡλίῳ συμπεριπολεῖ.» Τοιαύτη μέν τις ἡ θαυμαστὴ τοῦ γραμματικοῦ φράσις, τὸ δὲ ψεῦσμα λόγων οὐ δεόμενον, ἀλλ ̓ ἔκ τῶν ἔργων περιφανές.