Ancient Greek
Dfhg-Source dfhg3_APION_OASITA
APION OASITA, Fragmenta 2
Not analysed yet
Ἀπίων δὲ ὁ Ποσειδωνίου, περιεργότατος γρομματικῶν ἐν τῷ Κατὰ Ἰουδαίων βιβλίῳ καὶ ἐν τετάρτῃ τῶν Ἱστοριῶν φησὶ, κατὰ Ἴναχον Ἄργους βασιλέα, Ἀμώσιος Αἰγυπτίων βασιλεύοντος, ἀποστῆναι Ἰουδαίους, ὧν ἡγεῖσθαι Μωσέα. Ἀπίων ὁ γραμματικὸς, ἀνὴρ δοκιμώτατος, ἐν τῇ τετάρτῃ τῶν Αἰγυπτιακῶν (πέντε δέ εἰσιν αὐτῷ γραφαί), πολλὰ μὲν καὶ ἄλλα φησὶ καὶ ὅτι κατέσκψε τὴν Αὔαριν Ἄμωσις, κατὰ τὸν Ἀργεῖον γενόμενος ἵναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μενδήσιος Πτολεμαῖος.