Ancient Greek
Dfhg-Source dfhg3_APION_OASITA
APION OASITA, Fragmenta 10
Not analysed yet
Ἴδιον δὲ ἐν Αἰγυπτίοις λόγοις ἴδεως καὶ ἐκεῖνο προσακήκοα· ὅταν ὑποκρύψηται τὴν δέρην καὶ τὴν κεφαλὴν τοῖς ὑτὸ τῷ στέρνῳ πτεροῖς, τὸ τῆς καρδίας σχῆμα ἀπεμάξατο. Ἄλλως δὲ καὶ ὅτι εἰσὶ τοῖς ἐπὶ λύμῃ καὶ ἀνθρώπων καὶ καρπῶν ζῴοις γεγενημένοις ἔχθισται, ἔδη του καὶ ἄνω προεῖπον, Μίγνυνται δέ τοῖς στόμασι, καὶ παιδοποιοῦνται τὸν τρόπον τοῦτον. Λέγουσι δὲ Αἰγύπτιοι (καὶ ἐμέ γε οὐ ῥᾳδίως ἔχουσι πειθόμενον), λέγουσι γοῦν τοὺς ταῖς ταριχαίαις τῶν ζῴων ἐφεστῶτας καὶ δεινοὺς τήνδε τὴν σοφίαν, ὁμολογεῖν τὸ τῆς ἴβιδος ἔντερον ἓξ εἶναι πήχεων καὶ ἐνενήκοντα· διαβαίνειν δὲ κατὰ πῆχυν αὐτὴν προσακήκοα βαδίζουσαν· σελήνης δὲ ἐκλιπούσης καταμύει, ἔστ ̓ ἂν ἡ θεὸς αὖθις ἀναλάμψῃ. Καὶ τῷ Ἑρμῇ δὲ, φασὶ, τῷ πατρὶ τῶν λόγων φιλεῖται, ἐπεὶ ἔοικε τὸ εἶδος τῇ φύσει τοῦ λόγου· τὰ μὲν γὰρ μέλανα ὠκύπτερα τῷ τε σιγωμένῳ καὶ ἔνδον ἐπιστρεφομένῳ λόγῳ παραβάλλοιτο ἂν, τὰ δὲ λευκὰ τῷ προφερομένῳ τε καὶ ἀκουομένῳ ἤδη, καὶ ὑπηρέτῃ τοῦ ἔνδον καὶ ἀγγέλῳ, ὡς ἂν εἴποις. Ὡς μὲν οὖν μακροβιώτατόν ἐστι τὸ ζῷον καὶ δὴ εἶπον. Λέγει δὲ Ἀπίων, καὶ ἐπάγεται τοὺς ἐν Ἑρμοῦ πόλει ἱερέας μάρτυρας, δεικνύντας οἱ ἶβιν ἀθάνατον· τοῦτο μὲν οὖν καὶ ἐκείνῳ δοκεῖ τῆς ἀληθείας ἀφεστάναι πάμπολυ, καὶ ἐμοὶ δὲ πάντως ἂν καὶ κατεφαίνετο ψευδὲς, εἰ καὶ ἐκείωῳ δοκεῖ.