Ancient Greek
Dfhg-Source dfhg3_APION_OASITA
APION OASITA, Fragmenta 11
Not analysed yet
Λέγει δὲ Ἀπίων, εἰ μὴ τερατεύεται, καὶ ἐλάφους νεφροὺς τέτταρας ἔχειν κατά τινας τόπους. Λέγει δὲ ὁ αὐτὸς καὶ κατὰ τὸν Οἴνιδα (κατ ̓ Ἀτωθίδα̣ V. Manetho p. 541, b) τὸν Μήνιδος βασιλεύοντα δικέφαλον γέρανον φανῆναι, καὶ εὐθερῆσαι τὴν Αἴγυπτον· καὶ ἐπ ̓ ἔλλου βασιλέως τετρακέφαλον ὄρνιν, καὶ πλημμυρῆσαι τὸν Νεῖλον ὡς οὔποτε, καὶ καρπῶν ἀφθονίαν γενέσθαι, καὶ εὐποτμίαν ληΐων θαυμαστήν.