Ancient Greek
14 to 15
APION OASITA, Fragmenta 14-15
Not analysed yet
Καὶ τί γε δεῖ θαυμάζειν, εἰ περὶ τῶν ἡμετέρων ψεύδεται προγόνων (Ἀπίων) λέγων αὐτοὺς εἶναι τὸ γένος Αἰγυπτίους; Τίνα τοίνυν ἐστὶ τὰ δεινὰ καὶ σχέπλια τῶν ἐν Ἀλεξανδρείᾳ κατοικούντων Ἰουδαίων, ὃ κατηγόρηκεν αὐτῶν (Ἀπίων), ἴδωμεν· «Ἐλθόντες, φησὶν, ἀπὸ Συρίας ᾤκησαν πρὸς ἀλίμενον θάλασσαν, γειτνιάσαντες ταῖς τῶν κυμάτων ἐκβολαῖς.» Paullo post: Οὐ γὰρ ἀπορίᾳ γε τῶν οἰκησόντων τὴν μετὰ σπουδῆς ὐπ ̓ αὐτοῦ πόλιν κτιζομένην Ἀλέξανδρος τῶν ἡμετέρων τινὰς ἐκεῖ συνήθγροισεν.