Ancient Greek
2 to 3
APION OASITA, Fragmenta 2-3-3
Not analysed yet
Οἵ τε γὰρ ἐκ περιτομῆς πάντες Ἰώσηππός τε καὶ Ἰοῦστος, οἵ τε ἐξ Ἑλλήνων, Πολέμων, φημὶ, καὶ Ἀπίων Ποσειδωνίου (sic margo; Ποσειδώνιος λιβρι) καὶ Ἡρόδοτος τὴν ἐξ Αἰγύπτου πορείαν τοῦ Ἰσραὴλ κατὰ Φορωνέα καὶ Ἄπιδα τοὺς Ἀργείων Βασιλεῖς συνέγραψαν, Ἀμώσεως βασιλεύοντος. Ὁ δέ γε πάντων πιστότατος Ἀπίων ὡρίσατο τὴν ἔξοδον (sc. Τῶν Ἰουδαίων ἐξ Αἰγύπτου) ἀκριβῶς κατὰ τὴν ἑβδόμην Ὀλυμπιάδα, καὶ ταύτης ἔτος εἶναι πρῶτον, ἐν ᾧ, φησὶ, Καρχηδόνα Φοίνικεσ ἔκτισαν.