Ancient Greek
Dfhg-Source dfhg3_APION_OASITA
APION OASITA, Fragmenta 4
Not analysed yet
Τὸν δὲ ἀριθμὸν τῶν ἐλασθέντων τὸν αὐτὸν Λυσιμάχῳ σχεδιάσας (ἕνδεκα γὰρ αὐτοὺς εἶναί φησι μυριάδας), Θαυμαστήν τινα καὶ πιθανὴν ἀποδίδωσιν αἰτίαν, ἀφ ̓ ἧς φησι τὸ σάββατον ὠνομᾶσθαι. «Ὁδεύσαντες γὰρ (φησὶν) ἕξ ἡμερῶν ὁδὸν βουβῶνας ἔσχον, καὶ διὰ ταύτην τὴν αἰτίαν τῇ ἑβδόμῃ ἡμέρᾳ ἀνεπαύσαντο σωθέντες εἰς τὴν χώραν τὴν νῦν Ἰουδαίαν λεγομένην, καὶ ἐκάλεσαν τὴν ἡμέραν σάββατον, σώζοντες τὴν Αἰγύπτιοι Σαββάτωσιν.»