Ancient Greek
1 to 4
APOLLODORUS ARTEMITEN, Fragmenta 1-4
Not analysed yet
Ἀπήγγελται δ ̓ ἡμῖν ὑπὸ τῶν τὰ Παρθικὰ συγγραψάντων τῶν Περὶ Ἀπολλόδωρον τὸν Ἀρτεμιτηνὸν (codd. Ἀρτεμείτην), ἃ πολλῶν ἐκεῖνοι μᾶλλον ἀφώρισαν, τὰ Περὶ τὴν Ὑρκανίαν καὶ τὴν Βακτριανήν. Ἀπολλόδωρος ὁ τὰ Παρθικὰ γράψας συνεχῶς αὐτὸν (τὸν Ὦχον ποταμὸν) ὀνομάζει, ὡς ἐγγυτάτω τοῖς Παρθυαίοις ῥέοντα. Ἀπὸ τῆς Ὑρκανίας ἐπὶ τὴν Ἀρτεμίταν τὴν ἐν τῇ Βαβυλωνίᾳ στάδιοί εἰσιν ὀκτακισχίλιοι, καθάπερ εἴρηκεν Ἀπολλόδωρος ἐκ τῆς Ἀρτεμίτας. Εἰσὶ δὲ καὶ Ἑλληνίδες πόλεις, κτίσματα τῶν Μακεδόνων ἐν τῇ Μηδίᾳ, ὧν Λαοδίκειά τε καὶ Ἀπάμεια καὶ [Ἡράκλεια] ἡ πρὸς Ῥαγαῖς καὶ αὐτὴ Ῥάγεια (Ῥάγα em. Cas.) ,τὸ τοῦ Νικάτορος κτίσμα· ὃ ἐκεῖνος μὲν Εὐρωπὸς ὠνόμασε, Πάρθοι δὲ Ἀρσακίαν, νοτιωτέραν οὖσαν τῶν Κασπίων πυλῶν πεντακοσίοις που σταδίοις, ὥς φησιν Ἀπολλόδωρος Ἀρτεμιτηνός.